Ancient Greek
Chapter 73
Justin Martyr, Dialogus cum Tryphone 73.2
Not analysed yet
Ἐν δὲ τοῖς ἔθνεσι περὶ οὐδενὸς ὡς θεοῦ καὶ κυρίου ἐλέχθη ποτὲ ἀπὸ τῶν τοῦ γένους ὑμῶν ἀνθρώπων ὅτι ἐβασίλευσεν, ἀλλ᾿ ἢ περὶ τούτου μόνου τοῦ σταυρωθέντος. ὃν καὶ σεσῶσθαι ἀναστάντα ἐν τῷ αὐτῷ ψαλμῷ τὸ πνεῦμα τὸ ἄγιον λέγει. μηνύον ὅτι οὐκ ἔστιν ὅμοιος τοῖς τῶν ἐθνῶν θεοῖς· ἐκεῖνα γὰρ εἴδωλά ἐστι δαιμονίων [cf. Ps. XCV, 5, et I Par. ,XVI, 26].