Ancient Greek
73.5 to 73.6
Justin Martyr, Dialogus cum Tryphone 73.5-6
Not analysed yet
Καὶ ὁ Τρύφων· Εἰ μέν. ὡς ἔφης. εἶπε, παρέγραψάν τι ἀπὸ τῶν γραφῶν οἱ ἄρχοντες τοῦ λαοῦ. θεὸς δύναται ἐπίστασθαι· ἀπίστῳ δὲ ἔοικε τὸ τοιοῦτον. Ναί. ἔφην, ἀπίστῳ ἔοικε· φοβερώτερον γάρ ἐστι τῆς μοσχοποιΐας, ἣν ἐποίησαν ἐπὶ γῆς μάννα πεπλησμένοι, καὶ τοῦ τὰ τέκνα [fol. 128] θύειν τοῖς δαιμονίοις. ἢ τοῦ αὐτοὺς τοὺς προφήτας ἀνῃρηκέναι. Ἀλλὰ δή. ἔφην. μοι νομίζεσθε μηδὲ ἀκηκοέναι ἃς εἶπον περικεκοφέναι αὐτοὺς γραφάς. Ὑπὲρ αὐταρκείας γὰρ αἱ τοσαῦται προανιστορημέναι εἰσὶν εἰς ἀπόδειξιν τῶν ζητηθέντων μετὰ τῶν λεχθήσεσθαι μελλόντων παρ᾿ ὑμῖν παραπεφυλαγμένων.