Ancient Greek
Chapter 74
Justin Martyr, Dialogus cum Tryphone 74.2
Not analysed yet
Καὶ ἀπεκρινάμην· Διὰ λέξεως. ἢν τὸ ἄγιον πνεῦμα ἐν τούτῳ τῷ ψαλμῷ ἀνεφθέγξατο. νοήσατε λέγοντος μου. παρακαλῶ, καὶ γνώσεσθε οὔτε κακῶς με λέγειν οὐθ᾿ ὑμᾶς ὄντως κεκηλῆσθαι· οὕτως γὰρ ἄν καὶ πολλὰ ἄλλα νοῆσαι τῶν ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρημένων καθ᾿ ἑαυτοὺς γενόμενοι δυνήσεσθε. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν. ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Ἄισατε τῷ κυρίῳ καὶ εὐλογήσατε τὸ ὄνομα αὐτοῦ· εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ [Ps. ,XCV, 1-3].