Ancient Greek
Chapter 75
Justin Martyr, Dialogus cum Tryphone 75.2
Not analysed yet
Τίς οὖν εἰς τὴν γῆν εἰσήγαγε τοὺς πατέρας ὑμῶν; Ἤδη ποτὲ νοήσατε ὅτι ὁ ἐν τῷ ὀνόματι τούτῳ ἐπονομασθεὶς Ἰησοῦς, πρότερον Αὐσῆς καλούμενος. Εἰ γὰρ τοῦτο νοήσετε, καὶ ὅτι τὸ ὄνομα αὐτοῦ τοῦ εἰπόντος τῷ Μωσεῖ· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ᾿ αὐτῷ [Exod. ,XXIII, 21 et cf. Nombr. ,XIII, 17], Ἰησοῦς ἦν, ἐπιγνώσεσθε. Καὶ γὰρ καὶ Ἰσραὴλ αὐτὸς ἦν καλούμενος, καὶ τὸν Ἰακὼβ τούτῳ τῷ ὀνόματι ὁμοίως μετωνομάκει [cf. Gen. ,XXXII, 25].