Ancient Greek
Chapter 76
Justin Martyr, Dialogus cum Tryphone 76.2
Not analysed yet
Καὶ τὸ Ἡσαίαν φάναι· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται [Is. ,LIII, 8] ; ἀνεκδιήγητον ἔχοντα τὸ γένος αὐτὸν ἐδήλου· οὐδεὶς γάρ, ἄνθρωπος ὢν ἐξ ἀνθρώπων, ἀνεκδιήγητον ἔχει τὸ γένος. Καὶ τὸν Μωσέα εἰπεῖν πλυνεῖν αὐτὸν τὴν στολὴν αὐτοῦ ἐν αἵματι σταφυλῆς [Gen. ,XLIX, 11], οὐχ ὅ καὶ ἤδη πολλάκις πρὸς ὑμᾶς παρακεκαλυμμένως προπεφητευκέναι αὐτὸν εἶπον ἐστίν. ὅτι αἷμα μὲν ἔχειν αὐτὸν προεμήνυεν, ἀλλ᾿ οὐκ ἐξ ἀνθρώπων, ὃν τρόπον τὸ τῆς ἀμπέλου αἷμα οὐκ ἄνθρωπος ἐγέννησεν ἀλλ᾿ ὁ θεός;