Ancient Greek
Chapter 76
Justin Martyr, Dialogus cum Tryphone 76.5
Not analysed yet
Καί· Πολλοὶ ἐροῦσί μοι τῇ ἡμέρᾳ ἐκείνῃ· Κύριε, κύριε, οὐ τῷ σῷ ὀνόματι ἐφάγομεν καὶ ἐπίομεν καὶ προεφητεύσαμεν καὶ δαιμόνια ἐξεβάλομεν: Καὶ ἐρῶ αὐτοῖς· Ἀναχωρεῖτε ἀπ᾿ ἐμοῦ [ΜΤ. ,VII, 22-23, et LC. ,XIII, 26-27]. Καὶ ἐν ἄλλοις λόγοις, οἶς καταδικάζειν τοὺς ἀναξίους μὴ σώζεσθαι μέλλει, ἔφη ἐρεῖν· Ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον, ὃ ἡτοίμασεν ὁ πατὴρ τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ [MT. ,XXV, 41].