Ancient Greek
Chapter 76
Justin Martyr, Dialogus cum Tryphone 76.7
Not analysed yet
Ἐβόα γὰρ πρὸ τοῦ σταυρωθῆναι· Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν γραμματέων καὶ Φαρισαίων, καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι [MC. ,VIII, 31; LC. ,IX, 22]. Καὶ Δαυΐδ δὲ πρὸ ἡλίου καὶ σελήνης ἐκ γαστρὸς γεννηθήσεσθαι αὐτὸν [cf. Ps. ,CIX, 3, et LXXI, 5, 17] κατὰ τὴν τοῦ πατρὸς βουλὴν ἐκήρυξε, καὶ θεὸν ἰσχυρὸν [cf. Ps. ,XVIII, 6] καὶ προσκυνητόν [cf. Ps. ,XLIV, 13, et LXXI, 11], Χριστὸν ὄντα, ἐδήλωσε.