Ancient Greek
78.2 to 78.3
Justin Martyr, Dialogus cum Tryphone 78.2-3
Not analysed yet
Τῶν ἀπὸ Ἀρραβίας οὖν μάγων ἐλθόντων εἰς Βηλεὲμ καὶ προσκυνησάντων τὸ παιδίον καὶ προσενεγκάντων αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, ἔπειτα κατ᾿ ἀποκάλυψιν, μετὰ τὸ προσκυνῆσαι τὸν παῖδα ἐν Βηθλεέμ, ἐκελεύσθησαν μὴ ἐπανελθεῖν πρὸς τὸν Ἡρώδην [cf. MT. ,II, 11-12]. Καὶ Ἰωσὴφ δέ, ὁ τὴν Μαρίαν μεμνηστευμένος, βουληθεὶς πρότερον [fol. 132] ἐκβαλεῖν τὴν μνηστὴν αὐτῷ Μαριάμ. νομίζων ἐγκυμονεῖν αὐτὴν ἀπὸ συνουσίας ἀνδρός, τουτέστιν ἀπὸ πορνείας. δι᾿ ὁράματος κεκέλευστο μὴ ἐκβαλεῖν τὴν γυναῖκα αὐτοῦ, εἰπόντος αὐτῷ τοῦ φανέντος ἀγγέλου ὅτι ἐκ πνεύματος ἁγίου ὅ ἔχει κατὰ γαστρός ἐστι.