Ancient Greek
Chapter 79
Justin Martyr, Dialogus cum Tryphone 79.4
Not analysed yet
Ἀλλὰ καὶ Ζαχαρίας φησίν, ὡς καὶ αὐτὸς ἐμνημόνευσας, ὅτι ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν Ἰησοῦ τοῦ ἱερέως, ἀντικεῖσθαι αὐτῷ, καὶ εἰπεῖν κύριον· Ἐπιτιμήσαι σοι κύριος, ὁ ἐκλεξάμενος Ἱερουσαλήμ [ZACH. ,III, 1-2]. Καὶ πάλιν ἐν τῷ Ἰὼβ γέγραπται, ὡς καὶ αὐτὸς ἔφης, ὅτι οἱ ἄγγελοι ἦλθον στῆναι ἔμπροσθεν κυρίου, καὶ ὁ διάβολος ἅμα αὐτοῖς ἐληλύθει [JOB. ,I, 6; II, 1]. Καὶ ὑπὸ Μωσέως ἐν ἀρχῇ τῆς Γενέσεως ὄφιν πλανήσαντα τὴν Εὔαν γεγραμμένον ἔχομεν καὶ κεκατηραμένον [III, 1-6, 14]. Καὶ ἐν Αἰγύπτῳ ὅτι μάγοι ἐπείρησαν ἐξι[fol. 134]σοῦσθαι τῇ δυνάμει τῇ ἐνεργουμένῃ διὰ τοῦ πιστοῦ θεράποντος [cf. Nomb. ,XII, 7] Μωσέως ὑπὸ τοῦ θεοῦ, ἔγνωμεν [cf. Exod. ,VII-VIII]. Καὶ Δαυῒδ ὅτι Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνιά εἰσιν [Ps. . XCV, 5] εἶπεν, ἐπίστασθε.