Ancient Greek
Chapter 81
Justin Martyr, Dialogus cum Tryphone 81.3
Not analysed yet
Τὸ οὖν εἰρημένον ἐν τοῖς λόγοις τούτοις, ἔφην· Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου αἱ ἡμέραι τοῦ λαοῦ μου ἔσονται, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσι [Is. ,LXV, 22], νενοήκαμεν ὅτι χίλια ἔτη ἐν μυστηρίῳ μηνύει. Ὡς γὰρ τῷ Ἀδὰμ εἴρητο, ὅτι ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, ἐν ἐκείνῃ ἀποθανεῖται [Gen. ,II, 17], ἔγνωμεν αὐτὸν μὴ ἀναπληρώσαντα χίλια ἔτη. Συνήκαμεν καὶ τὸ εἰρημένον, ὅτι Ἡμέρα κυρίου ὡς χίλια ἔτη [cf. PS. ,LXXXIX, 4], εἰς τοῦτο συνάγειν.