Ancient Greek
Chapter 83
Justin Martyr, Dialogus cum Tryphone 83.4
Not analysed yet
Ὁ δὲ ἡμέτερος Ἰησοῦς, οὐδέπω ἐνδόξως ἐλθών. ῥάβδον δυναμεως εἰς Ἱερουσαλὴμ ἐξαπέστειλε, τὸν λόγον τῆς κλήσεως καὶ τῆς μετανοίας πρὸς τὰ ἔθνη ἅπαντα, ὅπου τὰ δαιμόνια ἀπεκυρίευεν αὐτῶν, ὥς φησι Δαυίδ· Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια [PS. ,XCV, 5]. Καὶ ἰσχυρὸς ὁ λόγος αὐτοῦ πέπεικε πολλοὺς καταλιπεῖν δαιμόνια, [fol. 138] οἷς ἐδούλευον, καὶ ἐπὶ τὸν παντοκράτορα θεὸν δι᾿ αὐτοῦ πιστεύειν, ὅτι δαιμόνιά εἰσιν οἱ θεοὶ τῶν ἐθνῶν. Καὶ τὸ Ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε [PS. ,CIX, 3], τῷ Χριστῷ εἴρηται, ὡς προέφημεν.