Ancient Greek
Chapter 86
Justin Martyr, Dialogus cum Tryphone 86.4
Not analysed yet
Ῥάβδος ἡ Ἀαρὼν βλαστὸν κομίσασα ἀρχιερέα αὐτὸν ἀπέδειξε [cf. Nombr. ,XVII, 8]. Ῥάβδον ἐκ ῥίζης Ἰεσσαὶ γενήσεσθαι τὸν Χριστὸν Ἡσαΐας προεφήτευσε [cf. Is. ,XI, 1]. Καὶ Δαυῒδ ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσειν ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεσθαι, φησὶν εἶναι τὸν δίκαιον [cf. Ps. ,I, 3]. Καὶ ὡς φοῖνιξ ἀνθήσειν ὁ δίκαιος εἴρηται [cf. Ps. ,XCI, 12].