Ancient Greek
Chapter 89
Justin Martyr, Dialogus cum Tryphone 89.3
Not analysed yet
Εἰ μὲν μὴ ἔμελλε [fol. 144] πάσχειν ὁ Χριστός, φημὶ αὐτῷ ἐγώ, μηδὲ προεῖπον οἱ προφῆται ὅτι ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ ἀχθήσεται εἰς θάνατον [Is. ,LIII, 8] καὶ ἀτιμωθήσεται [ibid. ,3] καὶ μαστιχθήσεται καὶ ἐν τοῖς ἀνόμοις λογισθήσεται [ibid. ,12] καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεται [ibid. ,7], οὗ τὸ γένος ἐξηγήσασθαι ἔχειν οὐδένα [ibid. ,8] φησὶν ὁ προφήτης, καλῶς εἶχε θαυμάζειν. Εἰ δὲ τοῦτό ἐστι τὸ χαρακτηρίζον αὐτὸν καὶ πᾶσι μηνύον, πῶς οὐχὶ καὶ ἡμεῖς θαρροῦντες πεπιστεύκαμεν εἰς αὐτόν; Καὶ ὅσοι νενοήκασι τὰ τῶν προφητῶν, τοῦτον φήσουσιν, οὐκ ἄλλον, εἰ μόνον ἀκούσειαν ὅτι οὗτος ἐσταυρωμένος.