Ancient Greek
Chapter 9
Justin Martyr, Dialogus cum Tryphone 9.2
Not analysed yet
Ἀνεγέλασαν οὖν πάλιν οἱ μετ᾿ αὐτοῦ καὶ ἄκοσμον ἀνεφθέγγοντο. Ἐγὼ δὲ ἀναστὰς οἶός τ᾿ ἤμην ἀπέρχεσθαι· ὁ δέ μου τοῦ ἱματίου λαβόμενος οὐ πρὶν ἀνήσειν ἔφη, πρὶν ὅ ὑπεσχόμην ἐκτελέσαι. Μὴ οὖν, ἔφην, θορυβείτωσαν οἱ ἑταῖροί σου μηδὲ ἀσχημονείτωσαν οὕτως, ἀλλ᾿, εἰ μὲν βούλονται, μετὰ ἡσυχίας ἀκροάσθωσαν, εἰ δὲ καὶ ἀσχολία τις αὐτοῖς ὑπέρτερος ἐμποδών ἐστιν, ἀπίτωσαν· ἡμεῖς δέ, ὑποχωρήσαντές ποι καὶ ἀναπαυσάμενοι [fol. 59]. περαίνωμεν τὸν λόγον.