Ancient Greek
Chapter 92
Justin Martyr, Dialogus cum Tryphone 92.2
Not analysed yet
Εἰ γάρ τις ἐξετάζειν βούλοιτο ὑμᾶς, ὅτι Ἐνὼχ καὶ Νῶε ἅμα τοῖς τέκνοις, καὶ εἴ τινες ἄλλοι τοιοῦτοι γεγόνασι, μήτε ἐν περιτομῇ γενόμενοι μήτε σαββατίσαντες εὐηρέστησαν τῷ θεῷ, τίς ἡ αἰτία τοῦ δι᾿ ἄλλων προστατῶν καὶ νομοθεσίας μετὰ τοσαύτας γενεὰς ἀξιοῦν τὸν θεὸν δικαιοῦσθαι τοὺς μὲν ἀπὸ Ἀβραὰμ μέχρι Μωσέως διὰ περιτομῆς, τοὺς δὲ ἀπὸ Μωσέως καὶ διὰ περιτομῆς καὶ τῶν ἄλλων ἐντολῶν, τουτέστι σαββάτου καὶ θυσιῶν καὶ σποδῶν καὶ προσφορῶν, εἰ μή, ὡς προείρηται ὑπ᾿ ἐμοῦ, ἀποδείξετε ὅτι διὰ τὸ τὸν θεόν, προγνώστην ὄντα, ἐγνωκέναι ἄξιον γενησόμενον τὸν λαὸν ὑμῶν ἐκβληθῆναι ἀπὸ τῆς Ἱερουσαλὴμ καὶ μηδένα ἐπιτρέπεσθαι εἰσελθεῖν ἐκεῖ;