Ancient Greek
Chapter 92
Justin Martyr, Dialogus cum Tryphone 92.5
Not analysed yet
Καὶ ὅτι διὰ ταῦτα ἐνετέταλτο ὁ θεὸς τὰς περὶ σαββάτων καὶ προσφορῶν ἐντολάς, προαποδέδεικταί μοι διὰ τῶν προειρημένων· διὰ δὲ τοὺς σήμερον ἐλθόντας καὶ τὰ αὐτὰ σχεδὸν πάντα βούλομαι ἀναλαμβάνειν. Ἐπεί, εἰ μὴ τοῦτό ἐστι, συκοφαντηθήσεται ὁ θεος, ὡς μήτε πρόγνωσιν ἔχων μήτε τά αὐτὰ δίκαια πάντας διδάσκων καὶ εἰδέναι καὶ πράττειν (πολλαὶ γὰρ γενεαὶ ἀνθρώπων πρὸ Μωσέως φαίνονται γεγενημέναι), καὶ οὐκ ἔστι λόγος ὁ λέγων ὡς ἀληθὴς ὁ θεὸς καὶ δίκαιος καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ [Dtn. ,XXXII, 4; cf. Ps. ,XCI, 16].