Ancient Greek
Chapter 96
Justin Martyr, Dialogus cum Tryphone 96.1
Not analysed yet
Καὶ γὰρ τὸ εἰρημένον ἐν τῷ νόμῳ, ὅτι Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου [Dtn. ,XXI, 23; cf. Gal. ,III, 13], οὐχ ὡς τοῦ θεοῦ καταρωμένου τούτου τοῦ ἐσταυρωμένου, [fol. 150] ἡμῶν τονοῖ τὴν ἐλπίδα ἐκκρεμαμένην ἀπὸ τοῦ σταυρωθέντος Χριστοῦ, ἀλλ᾿ ὡς προειπόντος τοῦ θεοῦ τὰ ὑφ᾿ ὑμῶν πάντων καὶ τῶν ὁμοίων ὑμῖν, μὴ ἐπισταμένων τοῦτον εἶναι τὸν πρὸ πάντων ὄντα καὶ αἰώνιον τοῦ θεοῦ ἱερέα [cf. PS. ,CIX, 4] καὶ βασιλέα καὶ Χριστόν μέλλοντα γίνεσθαι.