Ancient Greek
Chapter 98
Justin Martyr, Dialogus cum Tryphone 98.1
Not analysed yet
Καὶ τὸν πάντα δὲ ψαλμὸν εἴποιμι ἄν, ὅπως καὶ τὸ πρὸς τὸν πατέρα εὐσεβὲς αὐτοῦ ἀκούσητε, καὶ ὡς εἰς ἐκεῖνον πάντα ἀναφέρει, ὡς αὐτὸς δι᾿ ἐκείνου καὶ σωθῆναι ἀπὸ τοῦ θανάτου τούτου αἰτῶν, ἅμα τε δηλῶν ἐν τῷ ψαλμῷ ὁποῖοι ἦσαν οἱ ἐπισυνιστάμενοι κατ᾿ αὐτοῦ, καὶ ἀποδεικνύων ὄτι ἀληθῶς γέγονεν ἄνθρωπος ἀντιληπτικὸς παθῶν.