# Fragmenta 1

Lepidus, Fragmenta, Dfhg-Source dfhg4_LEPIDUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lepidus/fragmenta/1

Τέγεα, πόλις Ἀρκαδίας ... Λέπιδος δ ̓ ἐν Ἱστορίας ἐπιτομῆς πρώτῳ περὶ Λακεδαιμονίων οὕτω φησι· «Χρᾷ δ ̓ αὐτοῖς ἡ Πυθία ἐπ ̓ Ἀρκαδίᾳ ὧδε· Ἀρκαδίην μ ̓ αἰτεῖς; μέγα μ ̓ αἰτεῖς· οὔ τοι δώσω. Πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σ ̓ ἀποκωλύσουσιν. Ἐγὼ δέ τοι οὔ τι μεγαίρω. Δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι, [καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι]. Ἐχρῶντο δὲ καὶ πάλιν, καὶ ἀφικνεῖται αὐτοῖς τάδε· Ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ, ἔνθ ̓ ἄνεμοι πνείουσι δύο κρατερῆς ὑπ ̓ ἀνάγκης, καὶ τύπος ἀντίτυπος, καὶ πῆμ ̓ ἐπὶ πήματι κεῖται· ἔνθ ̓ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα, τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ·

---

LEPIDUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1459.tlg002.local002/.
