# Προτρεπτικὸς Β̄ 10

Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lesbonax-rhetorician/text-2/10

παραϲτήτω οὖν ὑμῶν ἑκάϲτῳ τοῦτο, ὡϲ τὸ θαρρεῖν πλεῖϲτον φέρεται εἰϲ τὸ νικᾶν· ὡϲ οὖν καὶ τῶν θεῶν ϲυμμάχων ὄντων καὶ ὑπαρχόντων ὑμῖν τούτων καὶ ἀμείνοϲιν εἶναι καὶ εὐδοξοτέροιϲ, βραχὺν χρόνον ἀναϲχόμενοι τὰ ὅπλα τῶν πολεμίων μακρὰν δόξαν καταϲτήϲεϲθε ἀρετῆϲ εἰϲ τὸν ἅπαντα χρόνον καὶ ἀναμνήϲετε πάνταϲ τοὺϲ ἀνθρώπουϲ, ὅτι ὑμεῖϲ ἐκείνων τῶν ἀνδρῶν ἐϲτε παῖδεϲ, οἵ ποτε ἀποβάνταϲ τοὺϲ βαρβάρουϲ τῆϲ ὑμετέραϲ εἰϲ Μαραθῶνα πολλὰϲ μυριάδαϲ ἀνθρώπων ἐξέβαλον , τοὺϲ δ’ ἀπέκτειναν, οὐ περιιδόντεϲ οὔτ’ εἴ τιϲ αὐτοῖϲ ἔμελλεν ἐκ τῆϲ Πελοποννήϲου βοήθεια ἥξειν οὔτ’εἰὀλίγοιπολλοῖϲμαχοῦνται., ἀλλὰ τῇ ϲφετέρᾳ αὐτῶν ἀρετῇ πιϲτεύϲαντεϲ ϲυμβαλόντεϲ ἐνίκηϲαν·

---

Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄, ed. Friedrich Kiehr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0649.tlg003.local001/.
