# Πολιτικός 36.1-39

Lesbonax (Rhetorician), Πολιτικός, 36.1 to 36.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lesbonax-rhetorician/text-3/36.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lesbonax-rhetorician/text-3/36.1

καὶ μετὰ τοῦ ὑμῖν συμφέροντος καὶ δεδηλωκότων τῶν θεῶν ἐν τοῖς ἱεροῖς τὴν εἰς ὑμᾶς εὐνοιαν, ἀναμνησθέντες πομπῶν καὶ πανηγύρεων καὶ ἀγῶνων, ἐν οἷς τῶν μὲν παροῦσων ἀνιῶν ἐπελανθανόμεθα, μετὰ δὲ τὴν ἡδονὴν ἄλλας προσεκτώμεθα, συνόντες ἀλλήλοις κατὰ τε φιλοῆτας καὶ κατὰ συγγενείας καὶ κατὰ ἡλικίας, ἐξευπορίζοντες αὐτοὶ τε ὅπως ἡμᾶς αὐτοὺς ὡς ἐλάχιστα λυπήσομεν τοὺς τε παρόντας ὡς πλεῖστα εὐφρανοῦμεν. 4 ὁ δὲ παρεστηκὼς ἀγὼν τέλος ἔχει ταῦτά τε διασῶσαι καὶ ἕτερα πολλῷ πλεῖονα καὶ καλλίω καὶ μείζω προσκτήσασθαι ἢ τῶν τε ὑπαρχόντων στερηθῆναι καὶ αὐτοὺς πολλὰ καὶ οἰκτρὰ 5 παθεῖν καὶ ἰδεῖν. ἐπανενεγκεῖν δὲ τὴν γνώμην ὑμῶν ἕκαστον βούλομαι — ὁ καὶ δεῖ σκέψασθαι —, ὃ περὶ πλείστου ποιούμενοι κατελίπομεν· τοὺς γεννήσαντας πατέρας καὶ μητέρας, ὁ δὲ υἱούς, τε ἐφύτευσε καὶ ἐξέφυσε, ὁ δὲ ὁμογενεῖς ἀδελφοὺς τε καὶ ἀδελφὰς, ὧν οἱ μὲν γῆρα πολὺ ὑπερβάλλοντες, οἱ δὲ νεότητι πολὺ ἐλλείποντες τοῖς μὲν σώμασιν οὐχ οἷοί τέ εἰσιν 6 ἀμύνειν, τῶν δὲ κινδύνων πλείστον μέρος μετέχουσιν. ἐν οἷς ἡμῶν μὲν προθυμηθέντων καὶ εὖ ἀγωνισαμένων εὐδαίμονες μὲν οἱ πατέρες, τίμιοι δὲ οἱ παῖδες, ζηλωταὶ δὲ αἱ γυναῖκες καὶ αἱ θυγατέρες καὶ αἱ ἀδελφαὶ καὶ ἕνος ἕκαστου καὶ συμ- πάντων· ἐλλιπόντων δὲ ἡμῶν τὴν προθυμίαν καὶ μὴ θελη- σάντων διαμάχεσθαι εἰς τὸ ἔσχατον, ἀθλιοὶ μὲν οἱ πατέρες, στερηθέντες μὲν τῆς ἡμετέρας προσόψεως, στερηθέντες δὲ πόλεως καὶ χώρας καὶ ἱερῶν, ἀντὶ δὲ καλλίστης ἐλευθερίας εἰς αἰχμίστην δουλείαν καθιστάμενοι, ἐν ἡλικίᾳ τοιαύτῃ, ἐν ᾗ τὸ μὲν φρονεῖν ἂ πάσχει <τις οὐ> γεγήρακεν, ὁ δὲ γινώσκων 1 τοῦ ὑμῖν συμφέροντος] τοῦ συμφέροντος ὑμῖν ZM 2 ὑμᾶς συμφορῶν Ald.; cf. p. 3 4 ἐπιλανθανόμεθα ci. Re. μετὰ δὲ τὴν 12 ὁ καὶ κτλ.] πρὸς ὁ καὶ δεῖ ci. Steph.; οἱ καὶ δεῖ· σκέψασθε ἂ ci. Re. 23 ὑμετέρας AB 25 δουλείαν] δ in ras. L¹ καθισταμένους BLZ, καθεσταμένους M 26 ἂ πάσχει γεγήρακε] γεγήρακεν ἂ πάσχει Z

---

Lesbonax (Rhetorician), Πολιτικός. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003637.
