# Πολιτικός 37.1

Lesbonax (Rhetorician), Πολιτικός, 37.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lesbonax-rhetorician/text-3/37.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lesbonax-rhetorician/text-3/37.1

ἂ πάσχει ἀδύνατος καθέστηκεν ἀμῦναι, ὥστε χαλεπώτερον φέρειν· εἰ γὰρ παρῆν γινώσκειν μὲν μή, δύνασθαι δὲ τῷ σώματι, ῥάων ἂν ἦν ἡ συμφορά· οἴκτροι δ᾽ αἱ γυναῖκες καθίστανται, ἱ δυστυχεῖς δὲ καὶ παῖδες καὶ ἀδελφοί, τῶν τε αὐτῶν τούτων στερισκόμενοι καὶ τῶν ἐλπίδων ἐφ᾽ αἷς ἐτράφησαν, καὶ οἱς ἐν τῷ νῦν χρόνῳ ζῆλον καὶ τιμὴν κάλλος καὶ εὐείδεια, εἰς δουλείαν πίπτουσι καὶ αἰχχὸς καὶ ἀτιμίαν φέρει· ἀντὶ γὰρ τῶν καλλίστων καὶ ἐντιμοτάτων γάμων εἰς αἰχχίστους καὶ ἀτιμοτάτους πίπτουσιν. ἦτε αὐ δυσείδεια εἰς τοιαῦτα ἔργα καθίστησι τὰ σώματα, ἐν οἷς καὶ τὸ ὑπάρχον ἀγαθὸν τῆς τροφῆς ζημία καθίσταται. οὐ δυνάμενοι δὲ τοὺς πόνους ὑπεκφέρειν, ἀντὶ τοῦ βίου τοὺς αἰχχίστους καὶ βιαιοτάτους θανάτους αἱροῦνται. ὅστις οὖν τοιούτων ἀθλῶν προκειμένων μὴ ἔσται ἀνὴρ ἀγαθὸς ἐν τῷδε τῷ ἀγῶνι, ἀλλ᾽ <οἴομενος, ὡς τοῦ πράττειν γενήσεται εὐκαιρία> τις εἰσαύθις, ὑπολείπεται ἡ γνώμη ἡ ῥώμη, ἀμφοῖν στερηθήσεται, τῆς τε νῦν τῆς τε εἰσαύθις τῶν ἔργων· ὅδε γὰρ ὁ ἀγὼν αὐτῷ τέλος ἔχει.

---

Lesbonax (Rhetorician), Πολιτικός. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003637.
