# Testimonia 1.375.2

Leucippus, Testimonia, 1.375.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/leucippus-phil/testimonia/1.375.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/leucippus-phil/testimonia/1.375.2

7. ARIST. de gen. et corr. A 8. 324ᵇ 35 δόξωι δὲ μάλιστα καὶ περὶ |325ᵃ 1| πάντων ἐνὶ λόγῳ διωρίχασιν Α. καὶ Δημόκριτος, ἀρχὴν ποιησάμενοι κατὰ φύσιν ἥπερ ἐστίν. ἐνίοις γὰρ τῶν ἀρχαίων [Parmenides] ἐδόξε τὸ ὂν ἐξ ἀνάγκης ἐν εἶναι καὶ ἀκίνητον· τὸ μὲν γὰρ κενὸν οὐχ ὂν, κινηθῆναι δ’ οὐκ ἂν δύνασθαι μὴ ὄντος κενοῦ κεχωρισμένου, οὐδ’ αὐ πολλὰ εἶναι μὴ ὄντος τοῦ διείργοντος . . . [folgt die S. 112 n. 25 mitget. St.] . . . 325ᵃ 23 Α. δ’ ἔχειν ὡμῆθη λόγους [eine Theorie], οἷντες πρὸς τὴν αὔξησιν ὁμολογούμενα λέγοντες οὐχ ἀναιρήσουσιν οὔτε γένεσιν οὔτε φθορὰν οὔτε κίνησιν καὶ τὸ πλήθος τῶν ὄντων. ὁμολογήσας δὲ ταῦτα μὲν τοῖς φαινομένοις, τοῖς δὲ τὸ ἐν κατασκευάζουσιν ὡς οὐκ ἂν κίνησιν οὔσαν ἄνευ κενοῦ, τὸ τε κενὸν μὴ ὂν καὶ τοῦ ὄντος οὐδὲν μὴ ὂν φησιν εἶναι· τὸ γὰρ κυρίως ὂν παμπλήρες ὂν. ἀλλ’ εἶναι τὸ τοιοῦτον οὐχ ἐν, ἀλλ’ ἄπειρα τὸ πλήθος καὶ ἀόρατα διὰ σμικρότητα τῶν ὄγκων. ταῦτα δ’ ἐν τῷ κενῷ φέρεσθαι (κενὸν γὰρ εἶναι), καὶ συνιστάμενα μὲν γένεσιν ποιεῖν, διαλυόμενα δὲ φθοράν. ποιεῖν δὲ καὶ πάσχειν ἢ τυγχάνουσιν ἀπτόμενα· ταύτῃ γὰρ οὐχ ἐν εἶναι. καὶ συντιθέμενα δὲ καὶ περιπλεχόμενα γεννᾶν· ἐκ δὲ τοῦ κατ’ ἀλήθειαν ἑνὸς [s. Parmenides 1, 29] οὐχ ἂν γενέσθαι πλήθος οὐδ’ ἐκ τῶν ἀληθῶς πολλῶν ἐν, ἀλλ’ εἶναι τοῦτ’ ἀδύνατον· ἀλλ’, ὥσπερ Ἐμπεδοχλῆς καὶ τῶν ἄλλων τινὲς φασὶ πάσχειν διὰ πόρων, οὕτω πᾶσαν ἀλλοίωσιν καὶ πᾶν τὸ πάσχειν τοῦτον γίνεσθαι τὸν τρόπον, διὰ τοῦ κενοῦ γινομένης τῆς διαλύσεως καὶ τῆς φθορᾶς, ὁμοίως δὲ καὶ τῆς αὔξεως, ὑπεισδυομένων στερεῶν. σχεδὸν δὲ καὶ Ἐμπεδοχλεῖ ἀναγκαῖον λέγειν ὥσπερ καὶ Α. φησιν. εἶναι γὰρ ἄντα στερεά, ἀδιαίρετα δέ, εἰ μὴ πάντῃ πόροι συνεχεῖς εἰσιν. τοῦτο δ’ ἀδύνατον· οὐδὲν γὰρ ἔσται ἕτερον στερεὸν παρὰ τοὺς πόρους, ἀλλὰ πᾶν κενόν. ἀνάγκη ἄρα τὰ μὲν ἀπτόμενα εἶναι ἀδιαίρετα, τὰ δὲ μεταξὺ αὐτῶν κενά, οὓς ἐκεῖνος [Empedokles] λέγει πόρους. οὕτως δὲ καὶ Α. λέγει περὶ τοῦ ποιεῖν καὶ πάσχειν. . . . 325ᵇ 24 ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφε Πλάτων· τοσοῦτον γὰρ διαφέρει τοῦ μὴ τὸν αὐτὸν τρόπον Λευκίππῳ λέγειν, ὅτι ὁ μὲν [Leuk.] στερεά, ὁ δὲ [Platon] ἐπίπεδα λέγει τὰ ἀδιαίρετα, καὶ ὁ μὲν [Leuk.] ἀπείροισι ὁρίσθαι σχήμασι τῶν ἀδιαιρέτων στερεῶν ἕκαστον, ὁ δὲ [Platon] ὁρισμένοις, ἐπεὶ ἀδιαίρετά γε ἀμφοτέροι λέγουσι καὶ ὡρισμένα σχήμασιν. ἐκ δὴ τούτων αἱ γενέσεις καὶ αἱ

---

Leucippus Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002156.
