# Testimonia 2.364.5

Leucippus, Testimonia, 2.364.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/leucippus-phil/testimonia/2.364.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/leucippus-phil/testimonia/2.364.5

28. ARIST. de anima A 2 404a1 Δημόκριτος μὲν πῦρ τι καὶ θερμόν φησιν αὐτὴν εἶναι [nämL. τὴν ψυχήν]. ἀπειρῶν γὰρ ὄντων σχημάτων καὶ ἀτόμων [τὰ σφαιροειδῆ πῦρ καὶ ψυχὴν λέγει οἷον ἐν τῷι ἀέρι τὰ καλούμενα εὔσματα ἂ φαίνεται ἐν ταῖς διὰ τῶν θυρίδων ἀκτίσιν, ὧν] τὴν μὲν πανσπερμίαν στοιχεῖα λέγει τῆς ὅλης φύσεως (ὁμοίως δὲ καὶ Λ.)· τούτων δὲ τὰ σφαιροειδῆ ψυχήν, διὰ τὸ μάλιστα διὰ παντὸς δύνασθαι διαδύειν τοὺς τοιούτους ῥυσμοὺς καὶ κινεῖν τὰ λοιπὰ κινοῦμενα καὶ αὐτά. ὑπολαμβάνοντες τὴν ψυχὴν εἶναι τὸ παρέχον τοῖς ζῴοις τὴν κίνησιν. διὸ καὶ τοῦ ζῆν ὅρον εἶναι τὴν ἀναπνοήν. συνάγοντος γὰρ τοῦ περιέχοντος τὰ σώματα καὶ ἐκθλίβοντος τῶν σχημάτων τὰ παρέχοντα τοῖς ζῴοις τὴν κίνησιν διὰ τὸ μηδ’ αὐτὰ ἡρεμεῖν μηδέποτε, βοηθείαν γίγνεσθαι θύραθεν ἐπεισιόντων ἄλλων τοιούτων ἐν τῷι ἀναπνεῖν· κωλύειν γὰρ αὐτὰ καὶ τὰ ἐνυπάρχοντα ἐν τοῖς ζῴοις ἐκκρίνεσθαι, συνανεῖργοντα τὸ συνάρον καὶ πηγνύν· καὶ ζῆν δὲ ἕως ἂν δύνωνται τοῦτο ποιεῖν. AËT. IV 3, 7 (D. 388) Λ. ἐκ πυρὸς εἶναι τὴν ψυχήν.

---

Leucippus Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002156.
