Ancient Greek
Entry 5
Lexicon De Atticis Nominibus, De Atticis nominibus (+ Περὶ Ἀττικῶν ὀνομάτων) (sub nomine cuiusdam Theaeteti grammatici) (e cod. Laur. gr. 57,24 manu altera) 5
Not analysed yet
τὸ ληρεῖν τοῦ φλυαρεῖν διαφέρει· ληρεῖν μὲν γὰρ λέγεται, ὅταν τις ὑπὸ μέθης ἢ ὑπὸ γήρως λέγει τινὰ ῥήματα ἀνάρμοστα, ὡς τὸ κοινῶς λεγόμενον παραλαλεῖν, ὅπερ λέγεται καὶ παραληρεῖν· φλυαρεῖν δὲ τὸ περισσὰ καὶ μάταια λέγειν ἢ τὸ ἀδολεσχεῖν.