# Declamatio I 108

Libanius, Declamatio I, Chapter 108. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/declamatio-i/108
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/declamatio-i/108
CTS URN: urn:cts:greekLit:tlg2200.tlg005:108

ὥστ’ εἰ μὲν ὑπ’ εὐηθείας τοῦτο πέπονθεν ὁ Σωκράτης, πόρρω δήπου κακοτεχνίας καὶ δεινότητος ἂν εἴη καὶ τοῦ ῥᾳδίως ἔχειν ἐξαπατᾶν· εἰ δ’ ἐπὶ πλεῖστον ἥκει σοφίας, πάντως ἂν ἐφυλάξατο τὰ τὸν λόγον αὑτῷ βλάψοντα τῶν παραδειγμάτων καὶ ἢ ταῦτα ἂν ἢ ταῦτα παρέλιπε. τῷ μὲν γὰρ δικαίους βουλομένῳ ποιεῖν οὐκ εἶχε καιρὸν μνησθῆναι τῶν τοὺς οἰκείους ἠπατηκότων, τῷ δὲ ἀδίκους ἄκαιρον ἂν ἦν λέγειν ἃ πολέμιοι πολε- μίους ἔβλαψαν. 109. Ἀλλὰ τί ταῦτα θαυμάζω | ἀφεὶς ἐφ’ ᾳ ἄν τις σχετλιάσειε; διδάσκει γάρ, φησίν, ἐπιορ- κεἰν. ὁ μηδ’ ἐν οἷς εὐορκεῖν μέλλει τοὺς θεοὺς ὀμνύ- ων, ἀλλ’ ἀποχωρῶν εἰς ἕτερ’ ἄττα καὶ συνεθίζων ἐν τοῖς ὅρκοις τοὺς αὑτοῦ μὴ ῥᾳδίως προσιέναι τοῖς ὁνό- μασι τῶν θεῶν; ὥσπερ ἂν εἴ τις τὸν οὐδ’ ἀπὸ γῆς ἰδεῖν τολμῶντα τὴν θάλατταν φάσκοι τοὺς ἄλλους ἀναπείθειν χρῆσθαι τῇ θαλάττῃ καὶ τῷ πλεῖν.

---

Libanius, Declamatio I, ed. Richard Foerstser. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg005.local002/.
