# Declamatio I 147

Libanius, Declamatio I, Chapter 147. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/declamatio-i/147
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/declamatio-i/147
CTS URN: urn:cts:greekLit:tlg2200.tlg005:147

εἶτα τῶν ἐν τοῖς δικαστηρίοις κινδύνων ἐξελη- λεγμένων καὶ τῆς κακίας τολμᾶν ἐπισταμένης, εἰ μὴ Σωκράτης ἀπὸ τῶν ἐν Λυκείῳ λόγων ἅπαντας ἀπλοῦς ἐποίησεν εἶναι, ἀδικεῖ; καὶ τοὺς μὲν οἰκέτας, ἐφ’ οὓς οὐδὲν δεῖ δικαστηρίου καὶ γραφῆς, ἀλλ’ ἐξουσία τοῖς δεσπόταις μύλωνος, πεδῶν, μαστίγων, στίξαι, στρεβλῶ σαι, τούτους μέν, ἂν ὦσι πονηροί, οὐκ ἂν μεταβά- λοιμεν τοῖς αἰκισμοῖς, τῶν δ’ ἐλευθέρων καὶ φρόνημα παρὰ τῆς εὐγενείας ἐχόντων δεσπότης ἦν ἀκριβέστερος Σωκράτης ἢ τῶν ἀργυρωνήτων ὑμεῖς; 148. Κριτίας ἐλύπησε τὸν δῆμον. καὶ γὰρ Σω- κράτην. ὑμᾶς ἀφείλετο τὴν | παρρησίαν. καὶ γὰρ ἐκεῖνον τὰς εἰωθυίας συνουσίας. ἆρ’ οὖν ὑμῖν, εἰ μαθητὴς ἀκριβῶς ἦν Σωκράτους καὶ τῶν ἐκείνου καὶ λόγων καὶ τρόπων λίαν ἐπιθυμητής, τοιούτους <ἂν> ἀποδοῦναι δοκεῖ τῷ διδασκάλῳ τοὺς μισθοὺς καὶ παρ- ἑλέσθαι τοῦ βίου τὴν τάξιν ἐν ᾗ τοσοῦτον ἐβεβιώκει χρόνον, καὶ ὁ μὲν κακῶς λέγειν τὴν ἀρχήν, ὁ δ’ οἷς μάλιστα λυπήσειν ἔμελλεν ἐπιτάττειν, ἀλλ’ οὐκ ἂν ὁ μὲν τὴν ὠμότητα θαυμάζειν, εἴπερ ταύτην ἐδίδασκεν, ὁ δ’ ἀντιτιμᾶν τοὺς παρασκευάσαντας;

---

Libanius, Declamatio I, ed. Richard Foerstser. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg005.local002/.
