# Declamatio I 154

Libanius, Declamatio I, Chapter 154. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/declamatio-i/154
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/declamatio-i/154
CTS URN: urn:cts:greekLit:tlg2200.tlg005:154

Ἀναξαγόρας ἐδέθη δικαίως ἀσε- βῶν περὶ ἡλίου τε καὶ σελήνης. Πρωταγόραν ἐξεκηρύ- ξατε καλῶς καὶ προσηκόντως ζητοῦντα περὶ θεῶν εἴτ’ εἰσὶν εἴτ’ οὐκ εἰσί. τῷ τὸν Διαγόραν ἀποκτενοῦντι μισθὸν ὑπέσχεσθε σωφρονοῦντες. | τὴν γὰρ Ἐλευ- σίνα καὶ τὰς ἀρρήτους ἐκωμῴδει τελετάς. Σωκράτους δὲ τίς εἰπεῖν ἔχει βιβλίον, τίς δὲ ῥῆμα περὶ τῶν θεῶν ἐναντίον νόμοις; οὐ δυνάμενος δ’, Ἄνυτε, δεῖξαι, κἂν μυρίους λέγης σοφιστὰς ἀπολωλότας, οὔπω Σωκράτην ἐλέγχεις. οὐ γὰρ ἡ τῶν ἠδικηκότων τιμωρία τῶν ἀνα- μαρτήτων πονηρία γένοιτ’ ἄν. 155. Καὶ διεξῄει τοὺς τοῖς σοφισταῖς οὐ συγγενο- μένους ὧς ἀγαθοὺς ἄνδρας γεγενημένους, τὸν Μιλτι- άδην, τὸν Θεμιστοκλέα, τὸν Ἀριστείδην, οὐκ ἐνθυμη- θείς, ὧς ὁ μὲν Μιλτιάδης δεδεμένος ἀπέθνησκεν, ὁ δὲ μέγας ἐν τῇ ναυμαχίᾳ Θεμιστοκλῆς ἔφευγε. καί- τοι ταῦτα, Ἄνυτε, τίνος ἐστὶν καὶ καλο- κἀγαθίας; καὶ μὴν οὐ τούτων γε αἰ τιμωρίαι, ἀλλ᾿ ἀδικίας καὶ πονηρίας. ποῦ τοίνυν τοῦ μὴ σοφισταῖς ὡμιληκέναι τὸ κέρδος; ἀλλ’ οἱ μὲν ἦσαν βέλτιστοι, πονηρὸς δὲ ὁ δῆμος; ὑπὸ ποίου σοφιστοῦ διεφθαρ- μένος;

---

Libanius, Declamatio I, ed. Richard Foerstser. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg005.local002/.
