# Declamatio I 16

Libanius, Declamatio I, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/declamatio-i/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/declamatio-i/16
CTS URN: urn:cts:greekLit:tlg2200.tlg005:16

τὸ μὲν οὖν τὴν τοῦ οὐρανοῦ διερευ- νᾶσθαι φύσιν καὶ τὸν ἥλιον ὅ τι ποτέ ἐστι σκοπεῖν καὶ περὶ τῆς σελήνης ἀνευρίσκειν λόγους καὶ πόθεν ἀστραπαὶ καὶ τί τὸ βροντᾶν ποιοῦν, τὴν μὲν περὶ ταῦτα διατριβὴν ἔφυγε νομίζων μάταιον ἅπασαν μάθη- σιν ἀφ’ ἧς οὐδὲν ἂν ἔργον τοῖς ἐπισταμένοις γένοιτο· ἐπὶ δὲ τὸ ζητεῖν τὸ δίκαιον καὶ τίνα χρὴ νομίζειν ἀνδρεῖον καὶ τίς εἰκότως ἂν καλοῖτο σοφός, ὃ μέγιστον τῶν ἀγαθῶν καὶ οἴκῳ καὶ πόλει καὶ πᾶσιν ἔθνεσιν, ἐπὶ ταῦτα ὥρμησε καὶ τούτοις ἐνέμεινε διδάσκαλον μὲν αὑτὸν οὐδενὸς οὐδαμοῦ προσειπὼν οὐδὲ ἀργύριον πραξάμενος, ὧς ὁ μιαρὸς σοφιστής, ἐν δὲ τῷ τοῖς | πλησιάζουσι συνεξετάζειν τὴν ἑκάστου πράγματος φύσιν τὸν βίον ποριζόμενος.

---

Libanius, Declamatio I, ed. Richard Foerstser. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg005.local002/.
