# Declamatio I 23

Libanius, Declamatio I, Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/declamatio-i/23
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/declamatio-i/23
CTS URN: urn:cts:greekLit:tlg2200.tlg005:23

διὰ ταῦτα πάντα αὐτοί τε συνθέοντες περιειστήκειτε τὸν Σωκράτην, ὁπότε τῶν τοιούτων ἐλέγχων ἅπτοιτο, καὶ τοὺς ἐπὶ σοφίᾳ φρο- νοῦντας ὁρῶντες καταδυομένους καὶ μᾶλλον τῶν ἀνδρα- πόδων ἰλιγγιῶντας καὶ ἀποροῦντας καὶ περιβλέποντας ὅποι φύγοιεν ἐγελᾶτε. καὶ ἅμα πρὸς ἐπιμέλειαν παι- δείας ἀληθινῆς ἐτρέπεσθε τοῖς τε παισὶ παρῃνεῖτε τοῦ ταῦτα ποιοῦντος ἔχεσθαι νομίζοντες μεῖζον εἶναι κέρδος αὐτοῖς καὶ μικρὸν τῶν ἐκείνου μετασχεῖν καλῶν ἢ τὸν ἐπὶ γῆς ἅπαντα χρυσόν. 24. Ὧν ἦν ποτε καὶ Ἄνυτος ὁ πικρὸς νυνὶ κατή- γορος. καὶ γὰρ οἶ τούτου παῖδες καὶ προσῄεσαν καὶ ἔχαιρον τῷ νῦν φεύγοντι τὴν δίκην, καὶ οὗτος οὔτε ἀπέτρεπεν οὔτε ἐμέμφετο, ὥσπερ οὐδ’ ὑμεῖς τοὺς ὑμε- τέρους αὐτῶν. εἰκότως. ἠπίστασθε γάρ, ὧς ὁ μὲν ὁμιλῶν κἂν θαυμάσειεν, ὁ δὲ θαυμάζων κἂν ζηλώσειε καὶ τῷ πυκνῷ τῆς συνουσίας ἐγγένοιτ’ ἄν τις ἐπιθυμία μιμή- σεως, ἐπιθυμήσαντες δὲ τῶν ἐπιτηδευμάτων Σωκράτους ἔσονται τῶν πολλῶν εὐθὺς ἀμείνους γαστριμαργίας μὲν καὶ μέθης καὶ λήμματος ἀδίκου καὶ ζεούσης ὀργῆς καὶ θωπείας ἀνελευθέρου καὶ τῶν τούτοις ἐοικότων νοση- μάτων γεγονότες κρείττονες, κρυμὸν δὲ καὶ θάλπος τῷ σώματι καθάπερ ἀδαμαντίνῳ δεχόμενοι καὶ μήτε δίψῃ μήτε πείνῃ πιεζόμενοι, οἴους ὄντ’ ἃς ᾔδειτε φοβεροὺς Ι μὲν ἐπὶ στρατείας τοῖς ἐναντίοις ἐσο- μένους, ἀγαθοὺς δὲ ἐν βουλαῖς τὸ συμφέρον ἰδεῖν.

---

Libanius, Declamatio I, ed. Richard Foerstser. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg005.local002/.
