Ancient Greek
112.7 to 112.8
Libanius, Epistulae 1-839 112.7-8
Not analysed yet
καἰ νῦν ὅταν χαίρῃς Ὀβοδιανὸν θεώμενος, τὸν Δωρόθεον παραβαλεῖν ὡς παρ’ ἐκείνου τοῦτον ἔχων τοῦ τὰ τῶν φιλο- σόφων δείξαντος ἐν ἑτέρῳ βίῳ. τίς ἂν οὖν ἦν οὗτος φιλο- σοφῶν; καὶ γάρτοι τῆς πόλεως εὐεργέτης ᾄδεται. καὶ νῦν ὅτου ἂν οὗτος διὰ σοῦ τύχῃ, τετύχηκεν ἡ πόλις. εἷχον μὲν ἕτερα μυρία λέγειν, ἐν οἷς ἐστι καὶ τὸ λόγων ἀκούειν τε ὡς ἥδιστα καἰ κριτὴν οὐ φαῦλον εἶναι, μικρὰ δὲ ἐπὶ μείζοσιν οὐκ ἂν βουλοίμην λέγειν, ἄλλως θ’ ὅτε σύ μοι περὶ ἐκείνων ἐπι- στελεῖς.