# Epistulae 1-839 113

Libanius, Epistulae 1-839, Letter 113. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/113
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/113
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:113

Πόλλα τὰ πείθοντα ἦν, μᾶλλον δὲ ἀναγκάζοντα μένειν οἴκοι τὸν Ἀργυρίου παῖδα, χαίρει γὰρ οὕτω καλούμενος ἢ ᾗπερ ὀνομάζεται· πρῶτον μὲν ὁ πατὴρ αὐτῷ πρὸς γῆρας ἥκων ὁπόσον οἷσθα καὶ παρέχων φόβον ὁποῖον εἰκὸς θαλλοφόρον ἔπειθ᾿ ὁ παῖς τὸ μὶν ἔτι λειτουργῶν, τὸ δὲ μέλλων. λήγει γὰρ ἁρματοτροφίας, βλέπει δὲ ἤδη πρὸς τὰ τῶν ὀρῶν ἔνθηρα. μᾶλλον δέ, ἐκεῖνος μὲν εἰς βιβλία βλέπει τὸ σῶμα δὴ μό- νον τοῖς ἐσθήμασι παρέχων, ἃ κοσμεῖ τὸν χορηγόν, δὲ καὶ βουλαὶ καὶ πόνοι καὶ δρόμοι, ταῦτα πάντα Ὀβοδιανοῦ φορτίον· ὡς τοῦ γε πάππου τὸ ἔργον ἡσθῆναι τοῖς δρωμένοις, ἡ δὲ ἀτέλεια τοῦ πόνου παρὰ τοῦ χρόνου. καὶ μὴν εἰ τό γε σῶμα τὴν αὑτοῦ ἔφερε ψῆφον, ἡσυχάζειν ἔδει ὡς ὄντος δέους ἐν τῇ τοιᾷδε κινήσει παλαιὸν ἕλκος ἠρεμοῦν ἐπαναστῆ- ναι πάλιν. ἀλλ’ ἐνίκησε τὰς πολλὰς ἀνάγκας ἕν, Φλωρέντιος ὁ χρηστὸς καὶ τῆς ἀρετῆς φίλος καὶ δεσμοὺς ἀπορρήξας οὑτοσὶ παρ’ ἐκεῖνον τρέχει νομίζων οὐκ ἂν ἡμῶν ὑπάρξαι τῇ πόλει λόγον, εἰ τοῦ μὲν οὐδὲν ἡμῖν προσήκοντος χώραν, ἣν κατέχεις σύ, νῦν ἔχοντος πρεσβευταὶ τῶν ἄκρων ᾔεσαν, πο- λίτου δὲ ἡμετέρου, δέξῃ γὰρ εὐμενῶς τὴν κλῆσιν. τῆς τῶν βασιλείων προεστῶτος ἐπιμελείας ἔπειτα εἰς ἐλάττω κατῄει τὸ πρᾶγμα. ὁ μὲν οὖν ἡμᾶς τε καὶ σὲ τιμῶν ἤκει, σὸν δ’ ἂν εἴη τοῦτόν τε καὶ τὴν πόλιν διὰ τούτου τιμῆσαι καὶ πεῖσαι τὸν ἄνδρα ὡς εἰ ἐξωμόσατο, κακῶς ἂν ἐβουλεύσατο.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
