Ancient Greek · ~2 min
115.5 to 115.6
Libanius, Epistulae 1-839 115.5-6
Not analysed yet
ἔπειτα ἐλθὼν ὡς σὲ ταπεινὸς ἔσται καὶ πάντων ἀφεστάναι φήσει καὶ βοηθεῖν ἀξιώσει καὶ ζητεῖν οὐδὲν ἄλλο καὶ προσθήσει θεούς, οὓς κα- ταπίνει καθ’ ἡμέραν ἀλλὰ σοὶ χρηστῷ τε ἔξεστιν εἶναι καὶ μὴ φενακίζεσθαι μηδὲ προδοῦναι σαυτόν τε κἀμὲ καὶ τὰ ἀρέ- σκοντα τῷ κειμένῳ. πρὸς δὲ τοῦτο πολλαί τε ὁδοὶ καὶ παρατη- ρεῖν δεήσει μὴ γενέσθαι γράμματα αὐτῷ βασιλέως ἰσχυρότερα νόμων.