Ancient Greek · ~2 min
119.1 to 119.2
Libanius, Epistulae 1-839 119.1-2
Not analysed yet
Τὸ δὲ σὲ πάντα ἄγειν ἔχοντα τῇ δυνάμει τῶν λόγων ἐν μὲν τῷ δικαστηρίῳ μηδένα συκοφαντεῖν μηδενὸς ἕνεκα χρυ- σίου, πρὸς δὲ ἐμὲ τοῦτο ποιῆσαι καὶ ταῦτα ἐπ’ οὐδενὶ μισθῷ τί χρὴ νομίσαι; ἀλλὰ μὴν ὡς οὐκ ὀρθῶς ἐπελάβου μου τοῦ ῥήματος, ἐγὼ διδάξω, μικρὸν δὲ ἄνωθεν. ἦκες ἀνδρὶ Φοί- νικι Φοινίκης ἄρχοντι βοηθῶν νοῦν ἔχοντι καὶ καλῶς εἰδότι, τῶν τίνος αὑτῷ δεῖ ῥευμάτων. ἐγὼ δέ σε ἐπιθυμῶν ἰδεῖν ἥσθην ἰδὼν καὶ μικρὰ διαλεχθείς, ἐπὶ γὰρ ἄριστον Μου χωρεῖν, ἀφῆκα.