Ancient Greek · ~2 min
119.4 to 119.5
Libanius, Epistulae 1-839 119.4-5
Not analysed yet
τῇ μετ’ ἐκείνην πάλιν ἕωθεν ἦλθον, ἀλλ’ οὔ- πω ἦν ὁ ἄρχων ἐνεργός, ἐμὲ δὲ ἐκάλουν οἱ νέοι. σὺ δὲ ἠγω- νίζου καὶ αὖθις ἤκουον, ὡς εἴποις, καὶ ἤλγουν καὶ τῆς ἀνάγ- κἠς κατεβόων. τί δεῖ τὰ πολλὰ λέγειν; ἔτυχες τῆς ψήφου πρὶν ἐμὲ τῆς ἐπιθυμίας. ἀλλ’ ὅμως ἐν τοῖς τετυχηκόσι πρὸς τοὺς ἄλλους ἐμαυτὸν ἠρίθμουν, ὥσπερ οἷς συνέβη πρὸς μὲν Ηλιν ἐλθεῖν, τὸν Δία δὲ οὐκ ἰδεῖν, αἰσχυνομένους δὲ φάσκειν ἰδεῖν.