Ancient Greek · ~2 min
150.3 to 150.4
Libanius, Epistulae 1-839 150.3-4
Not analysed yet
τούτῳ τῷ νεανίσκῳ μὴ βοηθῶν μὲν ἐγὼ πάνυ ἂν ἀδικοίην, προδώσω δὲ αὐτόν, εἰ μηδενὸς ἄξιος Φρατέρνῳ φανεῖται. φανεῖται δὲ φαῦλος, εἰ σοῦ μὲν ἔχοντος τὴν ἀρχήν, ἐμοῦ δέ σε πείθειν ἔχοντος ὁ μέλλων αὐτῷ τὴν θυγατέρα δώσειν ἀδικήσεται. δό- ξει γὰρ Ἀπρίγγιος ὑπ’ ἐμοῦ καταφρονεῖσθαι· σὲ γὰρ οὐκ ἄν ποτε μὴ δοῦναι χάριν ἐμοί. ἀλλὰ δός, ἑταίρων φίλτατε, χαίρεις γὰρ ἀκούων τοῦτο μᾶλλον ἢ τὸ τῆς ἀρχῆς ὄνομα, καὶ μιᾷ πράξει τό τε δίκαιον τίμησον καὶ τῇ σαυτοῦ βοήθησον καὶ τοῦτον μὴ ἀτιμάσῃς.