Ancient Greek
19.13 to 19.15
Libanius, Epistulae 1-839 19.13-15
Not analysed yet
ἐπεὶ δὲ πολὺς ἔγκεισαι κω- μῳδῶν ἡμᾶς, ὅτι πρὸς σὲ ἐμνήσθημεν ἀξιώματος, ἴσθι τὸ πᾶν ἀγνοήσας. ἔσχε δὲ ὡδί. ἐμοὶ σχῆμα μὲν ἀρκοῦν οἱ λόγοι, δι’ οὓς οὐδεπώποτε ταπεινότερον ἐμαυτὸν ἡγησάμην ὑμῶν, ὧν ἡ λαμπρότης ὅρκος τοῖς κόλαξι· πρὸς δὲ τὸν βίον ἀφορ- μαὶ τὰ παρ’ αὐτῶν τῶν λόγων μικρὰ μικρῶν δεομένῳ. τίς οὖν ἦν ὁ νοῦς ὧν ἐπέστελλον; Ἰσοκράτης παραινεῖ πεῖραν ποιεῖσθαι τῶν φίλων οὔπω παρούσης ἀνάγκης ὥστε ἀτυχή- σαντι μὴ εἶναι βλάβην καί φησι δεῖν μὴ δεόμενον προσποιεῖ- σθαι τὸ δεῖσθαι. τοιοῦτον ἦν τι καὶ τὸ παρ’ ἐμοῦ· μὴ χρῄζων ἐπήγγελλον. τοιγαροῦν σὺ μὲν οὐκ ἐδίδους, ἐγὼ δὲ ἐγέλων καὶ ζημιούμενος οὐδὲν εὕρισκόν σου τὸν τρόπον.