Ancient Greek · ~5 min
19.3 to 19.7
Libanius, Epistulae 1-839 19.3-7
Not analysed yet
ἀφέντες οὑν ἐκεῖνο ἐξετάζωμεν τὰς αἰτίας, καὶ σύ τε φέρειν, ἂν φανῆς συκοφάντης, ἐγώ τε οἴσω, κακὸς εἰ δειχθείην. Ἔφης Σπεκτότον μέγαν ὄντα τοῖς ἔργοις μικρὸν γεγενῆ- σθαι τοῖς παρ’ ἐμοῦ λόγοις, αὐτὸς δέ γε ἐκεῖνος ἥδετο τοῖς παρ’ ἡμῶν ἐπαίνοις· εἰ μὲν οὖν εὖ φρονῶν, ψεῦδος τὸ σόν εἰ δὲ οὐδὲν εἰδὼς τῶν περὶ λόγους, τόλμησον εἰπεῖν καὶ πάντα ἐγὼ φαῦλος. οὑτωσὶ δὲ σκόπει, ὅπως σαυτῷ δόξης ὁμολο- γεῖν, ὃς ὂν ᾐτιάσω τὰ μεγάλα μικρὰ ποιεῖν, τοῦτον ἔφης τῇ ῥώμῃ τῶν λόγων αἴρειν τὰ φαῦλα. παραινῶ δή σοι τοῖς μὲν τῶν βαρβάρων βουλεύμασι πολεμεῖν σαυτῷ δὲ μὴ. ζηλο- τυπῶν μὲν οὖν τοὺς ὑφ’ ἡμῶν κοσμουμένους εὖ ποιεῖς, οὐ γὰρ κακῆς φύσεως σημεῖον ἐπαίνων ἐπιθυμεῖν, μέγα γὰρ εἰς ἄσκησιν ἀρετῆς πολλάκις ζηλοτυπία μεμφόμενος δὲ τό τινας τετιμῆσθαι λόγοις ἀντὶ τοῦ φανεροῦν τὴν εὐφημίαν ποικίλον, ἀλλ’ οὐ γενναῖον ἔργον ποιεῖς. καὶ προφέρεις δὴ ἐμοὶ τὸ πολλοὺς ἐπαινεῖν, ἐγὼ δὲ σοὶ τὸ πάντας ψέγειν. οὐκοῦν ἀκρι- σία μὲν ἐν ἀμφοῖν, ἔχει δέ τινα τοὐμὸν φιλανθρωπίαν. μᾶλ- λον δέ, οὐκ ἔστιν ὅντινα ἐπῄνεσα τὰ οὐκ ὄντα προστιθείς, ὥσπερ ὁ μῦθος ἀλλότρια τῷ κολοιῷ πτερά. ἀλλ’ ᾧ χρῶμαι νόμῳ περὶ τοὺς ἐπαίνους, ἄκουσον.