# Epistulae 1-839 190

Libanius, Epistulae 1-839, Letter 190. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/190
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/190
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:190

Ἔδει μὲν καὶ νῦν ὑπὸ σῶν κεκινῆσθαι Τιτιανὸν γραμ- μάτων, νῦν δ’ ἔοικεν ἀληθὲς εἶναι τὸ λεχθέν, ὡς ἀρρώστως ἔχεις. εἴρηται γάρ, ἀλλὰ θεοῦ γε διδόντος ὡς καὶ ἀνέστης, εἴρηται. δεῖ γάρ σε τῶν τε ἄλλων εἵνεκα σώζεσθαι καὶ ὅτι πολλοὺς ἡμῖν τῶν λιμένων προσέχωσε τὸ δαιμόνιον καὶ οἷς θαρροῦμεν ὀλίγοι τῶν δὲ ὀλίγων ὅτιπερ κεφάλαιον οὗτος, ὃς καὶ τῶν ἐν λόγοις ὅτιπερ κεφάλαιον. πάντως δέ, εἰ σαυτὸν οἷσθα, οἶσθα ὃν λέγω ὁ μὶν οὖν υἱὸς ἥκει σὲ κουφιῶν, ἐγὼ δὲ αὐτὸν νῦν μὲν ἤπειγον θεῖν, νῦν δὲ κατεῖχον τὸ μὲν εἰς σὲ βλέπων εἰδώς, ὅτι σε ποιήσει ῥᾴω φανείς, τὸ δ’ ὅπως πλείω προσλάβοι. καὶ γάρ ἐστι τῶν ἐν ταῖς καλουμέναις με- λέταις θηγομένων καὶ πολλὰ ἐν οὐ πολλῷ μεμαθηκότων χρό- νῳ. ἀλλ’ ὅμως ἐνίκα τὸ σόν, καὶ ἔπεμψα τὸν παῖδα παρα- μυθίαν εἰς τὰ παρόντα. ὁ δέ σε διπλῆ θεραπεύσει, τοῦτο μὲν ὡς πατέρα, τοῦτο δὲ ὡς παιδευτήν.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
