Ancient Greek · ~3 min
195.1 to 195.2
Libanius, Epistulae 1-839 195.1-2
Not analysed yet
Ἠ που πολλάκις σοί τε καὶ τοῖς γνωρίμοις ὑπὲρ Φοινί- κης γίγνονται λόγοι τοῦ μὲν τὴν φύσιν τῆς γῆς ὑπερεπαινοῦν- τος, τοῦ δὲ τὴν κρᾶσιν τῶν ὡρῶν, ἑτέρου τῆς θαλάττης τὴν φορὰν τήν τε ἄλλην καὶ ἀφ’ ἧς ἡ βαφή, ἣν μηνυθῆναί φασι τὸ πρῶτον τύχη τινὶ διὰ κυνὸς οὐδὲν εἰδότος ὧν ἔπραττεν. ἀλλ’ ἔγωγε τὸν ἄνδρα τοῦτον ὁρίζομαι τῶν ἐν Φοινίκῃ τὸ κάλλιστον μετά γε τὰ τῶν θεῶν ἱερά. ταῦτα δὲ αὐτὸς προσ- κυνεῖ καὶ ἔστι τοῦτο τῶν ἐν αὐτῷ καλῶν τὸ πρῶτον, ὅτι τὸ θεῖον ἐπίσταται. δεύτερον καὶ τρίτον οὐκ οἶδ’ ὅ τι θείμην, πάντα γὰρ ἴσα ἀλλήλοις.