# Epistulae 1-839 207

Libanius, Epistulae 1-839, Letter 207. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/207
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/207
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:207

Ἱλαρίου καὶ τοὺς λόγους οἶσθα καὶ τὴν πενίαν οὐκ ἀγνο- εῖς καὶ τὴν πρὸς ἡμᾶς ἐπίστασαι φιλίαν καὶ ὅτι πολλὰ πα- θῶν οὐδὲν ἀδικῶν ἐκπέπτωκε τῆς αὑτοῦ. τὸ δ’ ὑφ’ οἴων, οὐδὲ ἐμοὶ λέγειν ἀσφαλές· ἰσχύουσι γάρ. τὸν δ’ ἐκ τοῦ συναγορεύειν πόρον ἦν μὲν δίκαιος φέρειν, ἀλλ’ οὐκ ἐθέλου- σιν αὐτὸν ὁρᾶν οὓς ἐποίησεν ἂν τῶν ἀντιδίκων κρείττους, εἴ- περ ἑώρων. μία δὴ λοιπὴ πρὸς τὸν βίον ἀφορμὴ τὸ παρὰ βασιλέως δεδομένον εἰς τροφήν. ὃ νῦν μὲν τῷ καιρῷ βέβλα- πται, γένοιτο δ’ ἄν, εἰ σὺ βουληθείης, αὐτῷ βουλήσῃ δέ, εὖ οἶδα. τοῦ γὰρ ἐπαινεῖσθαι καλῶς ποιῶν ἐρᾷς, ἐπαινέσον- ται δέ σε πάντες ἄνθρωποι. πάντες γὰρ τῷδε συνάχθονται, κἂν τύχῃ τινὸς ἀγαθοῦ, τῶν εἰληφότων αὑτὸν ἕκαστος ἡγήσε- τᾶι. ὡς μὲν οὖν πολλοὶ πολλαχόθεν οἱ διοχλοῦντες, οἱ μὲ ὑπὲρ αὑτῶν, οἱ δὲ ὑπὲρ τῶν γνωρίμων, οὐδὲν δέομαι παρ’ ἄλλου μαθεῖν, ἀλλ’ ὁρᾶν μοι δοκῶ καὶ τοὺς τῆς δεξιᾶς ἁπτο- μένους καὶ τὸ πλῆθος τῶν ἐπιστολῶν. ἐνθυμοῦ δὲ ὡς οὐ- δενὶ τῶν ἄλλων τοσοῦτόν ἐστι τὸ δίκαιον — ὡς ἔδει γε μηδὲ τούτῳ — καὶ νόμιζε μὴ ὁμοίως δεῖν ὑπακούειν τοῖς τε ὑπὲρ πλούτου τῇ σπουδῇ χρωμένοις καὶ τῷ δεδοικότι λιμόν. οἱ μὲν γὰρ οὐκ ἂν πλείω τὰ ὄντα ποιήσαιεν, ὁ δὲ ἂν οἴχοιτο. διὰ μὲν ταῦτα τὸ μὲν ἐμὸν ἀφείσθω, τὸ δὲ τοῦδε πραττέσθω.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
