Ancient Greek · ~2 min
Letter 217
Libanius, Epistulae 1-839 217.2
Not analysed yet
τῆς τοί- νυν διὰ τῶν κυνηγετῶν ὑπερβολῆς ἐν σοὶ τὸ πλεῖστον. τρέφει γὰρ ἡ Φοινίκη τοὺς τὰ τοιαῦτα δεινούς. οἷς εἰ μὲν σὺ βού- λοιο, χρησόμεθα· μὴ βουλομένου δὲ κατὰ τοῦτο χωλεύσομεν. καὶ μέμψεταί τις οὐχ ἡμᾶς τοὺς ἀτυχήσαντας, ἀλλὰ τὸν ἀμνη- μονοῦντα τῶν φίλων. ὡς μὲν γὰρ καλοῦμεν τοὺς ἐκεῖθεν καὶ παρ’ οὗ τὴν χάριν αἰτοῦμεν οὐδεὶς ἠγνόηκε· γιγνομένου δὲ ἡμῖν οὐδενὸς εἴσονται δι’ ὃν οὐ · γίγνεται. τοῦτο δὲ σοὶ οὐ καλόν.