Ancient Greek · ~2 min
217.5 to 217.6
Libanius, Epistulae 1-839 217.5-6
Not analysed yet
ἴδει μὲν οὖν περιεῖναί τε τὸν θεῖον ἡμῖν καὶ νῦν μεθ’ ἡμῶν ἐπιστέλλειν ἢ μόνον γε ἐπιστέλλειν, ἀπέχρη γὰρ ἂν καὶ οὐδὲν ἂν ἦν ὅ τι οὐκ ἂν ἔπραττες· ἐπεὶ δὲ ἀπῆλθεν, ἐνθυμοῦ πρὸς σαυτὸν ὅτι γράφειν μὲν οὐκ ἄν τις ἀποθανὼν δύναιτο, χαίρειν δ’ ἂν καὶ τελευτήσας δύναιτο. τὴν γὰρ τῶν ποιητῶν περὶ τῶν τοιῶνδε δόξαν ἐπίστασαι. πέμπε δὴ τοὺς ἄνδρας καί τις ἔστω παρὰ σοὶ λόγος τῶν Διονύσου καὶ Κορωνίδος θυγατέρων. καὶ ἃ μὲν οὐκ ἄξιον διδόναι, δοῦναι κακίας τὸ δὲ ὅλως ἐκβαλεῖν τὰς Χάριτας οὐχ Ἑλληνικόν.