Ancient Greek · ~2 min
218.8 to 218.9
Libanius, Epistulae 1-839 218.8-9
Not analysed yet
ἄγε οὖν, ὦ φίλος, ἰῶ τὸ τραῦμα καὶ μήτε ἄνδρας ἑταίρους ποίει κακῶς μήτε πόλιν ἐν ᾗ παιδείας μετέλαβες. καὶ γὰρ ἃ μέν ἐστι γοργὰ τῶν θηρίων καὶ ἄφυκτα, δῶρον δέδοται τῷ βασιλεῖ καὶ τὰ τοῦ γενναίου περιμένει βέλη, τὰ λοιπὰ δὲ τῶν ἐκείνου μὲν ὀφθαλμῶν ἀνάξια, δήμῳ δ’ ἂν ἡδονὴν ἐνέγκαι. γράφε δὴ βελτίω καὶ μὴ τὴν ἄμπελον ἡ χάραξ προδίδου. σὺ γὰρ δὴ καὶ παρ’ ἄλλων φερόμενον κακὸν ἠλπίζου λύσειν.