Ancient Greek · ~3 min
221.1 to 221.2
Libanius, Epistulae 1-839 221.1-2
Not analysed yet
Ἡμεῖς μὶν ᾠόμεθα τὸν τῆς σῆς ἀρχῆς χρόνον εὐθυμίας ἔσεσθαι τῷ παιδὶ τῷ Θέωνος χρόνον ἔκ τε ὧν ἐδεήθημεν ἔκ τε ὧν ἐπηγγέλλου, ὁ δ’ ἴσως ἐπαινεῖ τὸν πρότερον· εἰ δὲ οὐδὲ τοῦτο ποιεῖ διὰ τὴν ἐπιείκειαν, ἀλλ’ εἴπερ ἐπῄνει, δικαίως ἂν ἐπῄνει. γέγονε γὰρ αὐτῷ πάντα ἐκεῖνα γαλήνη, τὰ δὲ παρὰ σοῦ πορθμὸς Σικελίας καὶ οὐδὲ τὴν τῶν μὴ φίλων ἡμῖν ὁ φίλος ἐμιμήσω μετριότητα, πρὸς τοσοῦτον ἥκεις τοῦ φιλεῖν, ἀλλ’ ἕνα Οὖρσος δι’ εἰσπράξεως ἀδίκου κολακευθῇ, πεπάτηται μὲν τὰ πρὸς ἡμᾶς, καὶ τροφεῖα κριοῦ, καταπεφρόνηνται δὲ τοσούτων γνώσεις ὑπάρχων, δεινὸν δὲ οὐδέν, εἰ διὰ τῶν οἰ- κείων ὤσεις τὸ ξίφος