Ancient Greek · ~5 min
224.3 to 224.8
Libanius, Epistulae 1-839 224.3-8
Not analysed yet
ταῦτα καὶ τὰ τοιαῦτα ἀκούων, οὐχ οὕτως ἐν βραχέσιν, ἀλλὰ δι’ ὅσων εἰκὸς τὸν τῇ διηγήσει χαίροντα λέγειν, ἔχαιρε γὰρ οἷς ἀπήγγειλε Γαυδέντιος, οὐκ οἶδα, εἰ μᾶλλον ἂν περὶ παιδὸς διηγούμενος. ἐγὼ μὲν οὖν ὅσην ἐπ’ οὐδενὶ τῶν ἄλλων τοῖς θεοῖς ᾔδειν χάριν, ὁ δὲ σκυθρωπάσας ἐξαίφνης ἐτάραξέ με. καὶ τί τοῦτο; ἔφην. ὁ δὲ ἐσίγα. καὶ μᾶλλον εκείμην, ὁ δὲ ὤκνει λέγειν ἔπειτα ἀναγκάζεται προσθεῖναι τὰ δεινὰ ἐκεῖνα καὶ φρικώδη καὶ τοὺς δύο κινδύνους καὶ τοὺς ἡτοιμασμένους τοῖς τοκεῦσι βρόχους. ἐφ’ οἷς ὁρῶν με ἀπολω- λότα ταχέως προσήγαγε τὸ φάρμακον ὡς ἀνέστης εἰπὼν καὶ ὡς ἄπεστιν ὁ φόβος ὃν ἡ πόλις ὑμῖν ἐφοβήθη κοινῇ. δεί- σας δὲ ὁ Γαυδέντιος μὴ δοκῇ λέγειν οὐκ οὔσας ὑπερβολάς, βλέψας εἴς τινα καὶ Ῥωμανὸν προσειπὼν ἐκάλει μάρτυρα. καὶ ὃς ἐπελθὼν οὐδὲν ἴφη τοσοῦτον ἔχειν εἰπεῖν, ὅσον οἶδε. καὶ ἦν καὶ οὗτος ἀπὸ τοῦ ῥήματός μοι φίλος. ἐπεὶ οὖν οὐδὲν ἀπέλιπεν ὁ καλὸς Γαυδέντιος εὐφημίας, ἠρόμην ὁπόσα ἔτη γέγονεν ἡ θυγάτηρ αὐτῷ. καὶ μαθὼν θαυμάζειν ἔφην, εἔτις ἀφεὶς ὃν ἐπαινεῖ κηδεστὴν ἕτερον ζητεῖ. καὶ ὁ πάντων ἐμοὶ φίλτατος ἀνθρώπων φοινιχθεὶς εἶπε μὲν οὐδέν, προσώπῳ δὲ ἐδήλωσεν ὡς οὐκ ἄρα ὑμᾶς ἡγοῖτο φαύλους. οὕτως ὑπὲρ τῶν παρ’ ὑμῖν ὁ τοσοῦτον ἀφεστηκὼς σκοπῶ καὶ τὰ δίκτυα πετά- πετάσας ὑμῖν πειρῶμαι παραδοῦναι τὴν Ἑορτίου, καίτοι ὁ πατήρ σοι βεβίωκεν ἐν θήρᾳ.