Ancient Greek · ~3 min
226.1 to 226.4
Libanius, Epistulae 1-839 226.1-4
Not analysed yet
Ἀλλὰ φίλοι, πάρστητε. καὶ πολλὰς τοιαύτας παρακλή- σεις εὑρίσκετε παρὰ τοῖς ποιηταῖς καὶ τοὺς ἀκούοντας ἐπιει- κῶς ὑπακούοντας καὶ τὰ παρ’ αὑτῶν εἰσφέροντας. παράστητε δὴ καὶ ὑμεῖς καὶ χεῖρα ἄλλος ἄλλοθεν ὀρεγέτω πόρρω μὲν ἀν- θρώπῳ κακίας, ἀτυχοῦντι δέ. σκοπεῖτε δὲ ὡς οὐκ ἂν ὑμῖν αὐ- τοῖς, εἰ μὴ βοηθήσετε, συνησθείητε. ναύτης ἂν ὑπό του παίηται, ναύτας ὁρῶν ἑτέρους δεῖται βοηθεῖν λέγων ὡς καὶ αὐτὸς εἴη τῶν πολλὰ δὴ πεπλευκότων. οἱ δὲ εὐθὺς θάλαττάν τε καὶ τὰ θαλάττης ἐννοοῦντες οἱ μὲν ἐξείλοντο τὸν ἀδικού- μενον καὶ τοῦτο αὐτοῖς ἀπέχρησεν, οἱ δὲ καὶ συνέκοψαν τὸν ἀσελγαίνοντα ἐπιπεσόντες. καὶ γεωργοὺς εἶδον ὅμοια ποι- οῦντας ἐφ’ ὁμοίοις καὶ σκυτέας δὴ καὶ χαλκοτύπους. οἱ δὲ δὴ στρατιῶται, Ἡράκλεις, πῦρ ἐπισχεῖν ῥᾷον ἢ τούτους ἐν τοιού- τοις. τὸ δὲ συνοργίζεσθαι πεῖθον ἓν πανταχοῦ, τὸ ἐν τοῖς αὐ- τοῖς βιοῦν.