# Epistulae 1-839 237

Libanius, Epistulae 1-839, Letter 237. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/237
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/237
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:237

Οἷδα. τίη μοι ἐπισταμένῳ πάντ᾿ ἀγορεύεις; μὴ γὰρ οἴου μᾶλλον αὐτὸς ἃ πράττεις εἰδδέναι τῶν ἀκουόντων ἡμῶν. οἴ τε γὰρ ἀγγέλλοντές εἰσιν οἴ τε ἐρωτῶντες ἡμεῖς. τῶν μὲν οὖν ἄλλων ἤδη τις ἤρετο εἰ μή σε τὸ φορτίον ἐπίεσεν, ἐγὼ δ’ εἰ σοι τὸ σῶμα ἔρρωται πυνθανόμενος ἐπειδὰν ὡς ἔρρω- ται γνῶ, τὸ καὶ τοῦ φορτίου σε κρείττω εἶναι ἀκηκοέναι ἡγοῦ- μαὶ. ἀνὴρ γὰρ εἶ, μάλα ἀνήρ, καὶ ἄρχων εἰδὼς μάλα ἄρχειν εἰ δὲ πολλὰ δεῖ μεταχειρίζειν καὶ ἄγρυπνον ἀνάγκη πέτεσθαι, τούτῳ μηνύεις ὃ πάλαι ἐπόθουν, ὡς τὸ καθεύδειν τε καὶ καθ- ῆσθαι τῶν πολλῶν, σὲ δὲ εἶναι δεῖ τῶν οὐ πολλῶν. τῇ μὲν οὖν ἄλλῃ θαρρῶ, δέδοικα δὲ ἓν μόνον, τῶν ξενίων τὸ πλῆ- θος, ἃ ὥσπερ ὀφειλήματα ἀπαιτοῦσιν οἱ φαγεῖν ἀγαθοί. τουτὶ γὰρ οὐκ ἔστι διανοίας ἄρχειν ἐπισταμένης, ἀλλ’ εὐπορίας δοῦ- ναι δυναμένης. σοὶ δὲ ἃ δέδωκε τὸ συναγορεύειν, ἀνήλωκε τὸ ἄρχειν. ἔπεμψα τὸ βιβλίον, σὺ δέ, εἰ σχολή, τοὺς φιλοσό- φους ορα.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
