Ancient Greek · ~2 min
Letter 238
Libanius, Epistulae 1-839 238.1
Not analysed yet
Ἐπαινοῦντί μοι τὴν σὴν φύσιν, καὶ γὰρ ἐτύγχανεν ἡμῖν λόγος τις ὢν ὑπὲρ ἀρχόντων ἀρετῆς καὶ ἦν δήπου σὰ τὰ νι- κητήρια, —τοιαῦτα δὴ ἡμῶν διαλεγομένων καὶ ψηφιζομένων 15 ἐνέθηκε τῇ χειρὶ τὴν ἐπιστολὴν βέλτιστος βελτίστου πατρός, εἶ- πεν ἂν Πλατῶν, Ὀλύμπιος Πομπηιανοῦ. καὶ ἅμα τε ἀνεγί- νωσκον καὶ μετὰ τῶν ἄλλων ἐπήδων· οὕτως ὅ τε νοῦς ἐφαί- νετο θαυμαστὸς τά τε ὀνόματα τῶν φρενῶν οὐ χείρω.