# Epistulae 1-839 238.2-7

Libanius, Epistulae 1-839, 238.2 to 238.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/238.2

σὺ δὲ ἔργῳ μεθ’ ἡμῶν ὢν τοῖς Ἰταλοῖς σαυτὸν δίδως, ἀλλ’ ἥ γε ἐπιστολὴ κωλύει νόμων ὑομένη τῶν Ἀττικῶν. ὅπως οὖν τοῦ λοιποῦ κοινωνὸς ἡμῖν εἶναι λέγῃς, ὥσπερ εἶ. τουτὶ μὲν οὖν ποιήσεις ἢ γραψόμεθά σε παρὰ ταῖς Μούσαις λειποταξίου. τῶν δ’ οὖν γραμμάτων ὡς ἄδην εἴχομεν, βλέψαντες εἰς ἀλ- λήλους τουτονὶ δέ, ἔφαμεν, νῦν τὰ αὑτοῦ διοικεῖν ἀντὶ τῶν κοινῶν ἐχρῆν; οὐχ ὡς σοῦ χρῄζοντος ἀρχῆς, ἀλλ’ ὡς τῶν πραγμάτων, ὅτι μὴ ἄρχεις, ἠδικημένων. εἶθ’ ὁ μὲν ἐμέ- μνητο τῆς τῶν νόμων φυλακῆς, ὁ δὲ τῆς συνεχείας τῶν πό- νων, ὁ δὲ τοῦ περὶ τὰς διαγνώσεις τάχους, ὁ δὲ τοῦ μὴ χρη- μάτων ἐρᾶν, τῷ δὲ ἐδόκει καλὸν τὸ χάριν δοῦναι εἰδέναι, καὶ δοῦναι μὲν ἣν δεῖ, μὴ δοῦναι δὲ ἣν μὴ δεῖ. ἐμοὶ δὲ τῶν σῶν μικρὸν μὲν οὐδὲν ἐφαίνετο, πάμμεγα δὲ τὸ μὴ τῇ φθορᾷ τῶν πόλεων θεραπεῦσαι τοὺς δυνατούς. ἦν μὲν γὰρ δῆλον ὡς ὀργαὶ καὶ κίνδυνοι καὶ βέλη, σοὶ δὲ οὐδὲν τοῦ ποιῆσαί τι τῶν αἰσχρῶν φοβερώτερον. ἡδέως δ’ ἂν αὐτῶν ἐπυθόμην τί μαθόντες σοὶ μὲν ἐνεκάλουν, ἡμᾶς δὲ ἐκόλασαν, καὶ σοὶ μὲν ἔδοσαν ὃ κἂν ἐπρίω, παρ’ ἡμῶν δὲ ἔλαβον δίκην. ἀλλ’ ἐκείνοις μὲν οὐκ ἂν εἴη λόγος εὐσχήμων, περὶ δὲ σοῦ παρ’ ἡμῖν τοιΜυ τοι λόγοι. καὶ τὸ μὴ ἔχειν ἔτι τῷ λέγειν ἅ ποτε εἴχομεν παραμυθούμεθΑ καὶ σὺ δέ, ὡς ἔνι, παραμυθοῦ γράφων τε καὶ γράφειν παρακαλῶν. ἔστω δὴ παρὰ σοῦ τοῦτο πολύ, πάντως δὲ καὶ οὓς κινεῖς οὐ σιγᾶν ἐπιθυμοῦντας ἐγείρεις.

---

Libanius, Epistulae 1-839. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
